Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  2. ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  3. ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  4. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  5. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  6. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  7. δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
  8. οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
  9. σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
  10. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
  11. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  12. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  13. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
  14. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  15. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  16. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  17. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  18. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,