Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
  • τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
  • δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  • δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
  • δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  • ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  • ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  • Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε