Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
  2. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
  3. ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
  4. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
  5. τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
  6. ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
  7. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
  8. ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
  9. ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
  10. εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
  11. πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
  12. ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
  13. αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
  14. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
  15. αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
  16. ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
  17. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  18. αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
  19. τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
  20. δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  21. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
  22. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  23. ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  24. ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  25. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  26. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  27. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  28. δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
  29. οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
  30. σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
  31. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
  32. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  33. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  34. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
  35. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  36. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  37. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  38. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  39. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
  40. ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
  41. νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
  42. Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
  43. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
  44. ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
  45. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
  46. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  47. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  48. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  49. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  50. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  51. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  52. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  53. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  54. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  55. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
  56. αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
  57. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  58. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  59. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  60. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
  61. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  62. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  63. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  64. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  65. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  66. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  67. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  68. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  69. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  70. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  71. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  72. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  73. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  74. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  75. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  76. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  77. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  78. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  79. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  80. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  81. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  82. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
  83. μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
  84. κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
  85. αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
  86. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
  87. τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  88. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  89. ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  90. ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  91. μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  92. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  93. οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  94. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  95. ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
  96. οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
  97. οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
  98. ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
  99. ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
  100. κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
  101. ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
  102. φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
  103. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
  104. αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
  105. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
  106. μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
  107. Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
  108. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  109. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  110. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  111. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
  112. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  113. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  114. κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
  115. νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
  116. ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
  117. ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
  118. τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
  119. οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
  120. θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
  121. πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
  122. ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
  123. τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  124. δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
  125. ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
  126. οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
  127. πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
  128. τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
  129. κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
  130. ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
  131. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  132. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  133. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  134. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
  135. ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
  136. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
  137. ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
  138. ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
  139. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  140. τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  141. ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  142. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  143. δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  144. καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  145. Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  146. εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  147. ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
  148. ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
  149. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  150. νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
  151. ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
  152. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
  153. σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
  154. μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
  155. ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  156. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
  157. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  158. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  159. εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
  160. ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
  161. μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
  162. πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
  163. ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
  164. δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
  165. ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
  166. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
  167. εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
  168. ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
  169. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
  170. εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
  171. ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
  172. τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
  173. μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
  174. ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
  175. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
  176. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  177. ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
  178. ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
  179. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  180. τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
  181. δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
  182. πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
  183. ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
  184. μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
  185. ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
  186. βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  187. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
  188. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  189. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
  190. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
  191. τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
  192. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  193. ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  194. ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
  195. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  196. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  197. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  198. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  199. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  200. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  201. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  202. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  203. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
  204. Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
  205. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  206. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  207. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
  208. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  209. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  210. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  211. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  212. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  213. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
  214. σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
  215. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
  216. ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
  217. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  218. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  219. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  220. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  221. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  222. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  223. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  224. νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
  225. νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
  226. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
  227. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
  228. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  229. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  230. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  231. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  232. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  233. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  234. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  235. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  236. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
  237. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  238. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
  239. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  240. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  241. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  242. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  243. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  244. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  245. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  246. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  247. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  248. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  249. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
  250. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
  251. ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
  252. μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  253. Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
  254. ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι
  4. Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
  5. τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
  6. μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
  7. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  8. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  9. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  10. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  11. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  12. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  13. ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
  14. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  15. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  16. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  17. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  18. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
  19. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  20. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  21. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  22. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  23. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  24. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  25. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  26. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  27. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  28. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
  29. Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  30. νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
  31. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
  32. οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
  33. ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  34. ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  35. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  36. οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  37. πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  38. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
  39. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  40. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
  41. ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  42. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  44. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  45. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  46. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
  47. εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
  48. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
  49. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  50. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  51. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  52. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  53. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
  54. τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  55. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
  56. ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
  57. ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
  58. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  59. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  60. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  61. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  62. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  63. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  64. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  65. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  66. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  67. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  68. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  69. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  70. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  71. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  72. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
  73. θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
  74. θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
  75. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
  76. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  77. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  78. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  79. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  80. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  81. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  82. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  83. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  84. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  85. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  86. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  87. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  88. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  89. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  90. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  91. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  92. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
  93. ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
  94. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
  95. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  96. καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  97. εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
  98. νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
  99. Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  100. τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
  101. ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
  102. ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
  103. ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  104. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
  105. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
  106. τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
  107. εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  108. οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  109. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  110. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  111. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  112. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  113. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  114. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  115. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  116. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  117. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  118. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
  119. οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
  120. ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
  121. ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
  122. τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
  123. ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
  124. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
  125. ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
  126. ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
  127. νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
  128. Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
  129. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
  130. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
  131. οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
  132. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  133. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  134. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  135. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
  136. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
  137. ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  138. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
  139. ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
  140. πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
  141. οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  142. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  143. αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
  144. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
  145. τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  146. οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
  147. μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
  148. ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
  149. ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
  150. ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
  151. τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
  152. δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
  153. νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
  154. ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
  155. ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
  156. ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
  157. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
  158. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  159. ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
  160. κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν
  161. φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
  162. ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
  163. εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
  164. ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
  165. αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
  166. ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
  167. εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
  168. ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
  169. αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  170. οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
  171. ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  172. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  173. ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
  174. ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
  175. δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
  176. ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
  177. οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
  178. εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  179. μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  180. ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
  181. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  182. ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
  183. οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
  184. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  185. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  186. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
  187. μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  188. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
  189. αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
  190. καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
  191. θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
  192. ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων
  193. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  194. ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
  195. καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
  196. Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
  197. ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
  198. αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
  199. τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
  200. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  201. αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
  202. τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
  203. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  204. οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  205. αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
  206. εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
  207. κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  208. ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
  209. ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
  210. σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
  211. οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
  212. οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
  213. θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
  214. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  215. πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
  216. πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
  217. εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
  218. ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
  219. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
  220. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
  221. εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
  222. τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
  223. ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
  224. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
  225. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
  226. ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
  227. τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
  228. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  229. αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,
  230. αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
  231. λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
  232. καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
  233. καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
  234. δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
  235. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
  236. στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
  237. δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
  238. νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
  239. κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
  240. αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
  241. αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
  242. ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
  243. αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
  244. εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
  245. ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  246. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
  247. τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
  248. γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
  249. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
  250. φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
  251. τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
  252. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
  253. ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
  254. ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
  255. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
  256. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
  257. κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
  258. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
  259. ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.