Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμηνἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούωντέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροιἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσειςεὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρονπυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.