Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  2. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  3. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  4. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  5. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  6. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.