Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  2. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  3. τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  4. δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  5. ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
  8. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
  9. ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
  10. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
  11. τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
  12. ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
  13. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
  14. ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
  15. ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
  16. εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
  17. πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
  18. ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
  19. αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
  20. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
  21. αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
  22. ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,