Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  • ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  • στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  • αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  • χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  • ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  • ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  • ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  • ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  • καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  • τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  • δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  • ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.