Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  2. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
  3. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  4. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  5. νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  6. ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
  7. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  8. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  9. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  10. στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  11. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  12. χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  13. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  14. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  15. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  16. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  17. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  18. τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  19. δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  20. ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
  21. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·