υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίηςἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήταςὨκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·