Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
  2. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  3. υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
  4. τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
  5. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  6. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  7. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  8. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  9. σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
  10. Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
  11. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
  12. ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
  13. τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
  14. οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
  15. ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
  16. Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
  17. οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
  18. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  19. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
  20. ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  21. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  22. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
  23. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  24. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  25. νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  26. ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
  27. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  28. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  29. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  30. στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  31. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  32. χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  33. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  34. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  35. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  36. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  37. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,