Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
  2. ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
  3. ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
  4. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  5. υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
  6. τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
  7. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  8. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  9. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  10. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  11. σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
  12. Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
  13. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
  14. ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,