Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
  2. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
  3. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
  4. εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
  5. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
  6. ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
  7. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
  8. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  9. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
  10. οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
  11. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,