Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  • τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  • Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
  • χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
  • μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
  • βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
  • αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
  • κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
  • εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
  • αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
  • ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
  • τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
  • δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  • οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,