καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦδάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσενΑἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸνχρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστουςεἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶνἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν