αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσινἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξενἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλαπόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστηςτὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴηςκαὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦδάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσενΑἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸνχρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστουςεἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶνἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνενδειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.