Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  2. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  3. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  4. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  5. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  6. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  7. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  8. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  9. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  10. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  11. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  12. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  13. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  14. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  15. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  16. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  17. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  18. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.