Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
  2. Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
  3. Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
  4. πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
  5. καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
  6. εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
  7. φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
  8. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
  9. αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
  10. ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
  11. καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
  12. τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
  13. τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
  14. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
  15. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
  16. ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
  17. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
  18. ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
  19. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
  20. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
  21. τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
  22. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
  23. ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
  24. ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
  25. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
  26. δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  27. τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  28. Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
  29. χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
  30. μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
  31. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
  32. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
  33. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
  34. εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
  35. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
  36. ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
  37. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
  38. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  39. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
  40. οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
  41. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  42. κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
  43. ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  44. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
  45. δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
  46. μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
  47. κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
  48. πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
  49. ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
  50. κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
  51. ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
  52. αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
  53. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  54. τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
  55. ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
  56. ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
  57. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  58. υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
  59. τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
  60. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  61. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  62. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  63. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  64. σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
  65. Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
  66. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
  67. ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
  68. τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
  69. οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
  70. ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
  71. Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
  72. οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
  73. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  74. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
  75. ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  76. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  77. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
  78. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  79. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  80. νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  81. ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
  82. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  83. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  84. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  85. στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  86. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  87. χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  88. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  89. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  90. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  91. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  92. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  93. τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  94. δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  95. ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
  96. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  97. Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
  98. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
  99. ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
  100. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
  101. τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
  102. ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
  103. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
  104. ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
  105. ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
  106. εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
  107. πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
  108. ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
  109. αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
  110. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
  111. αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
  112. ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
  113. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  114. αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
  115. τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
  116. δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  117. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
  118. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  119. ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  120. ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  121. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  122. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  123. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  124. δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
  125. οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
  126. σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
  127. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
  128. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  129. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  130. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
  131. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  132. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  133. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  134. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  135. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
  136. ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
  137. νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
  138. Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
  139. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
  140. ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
  141. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
  142. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  143. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  144. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  145. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  146. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  147. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  148. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  149. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  150. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  151. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
  152. αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
  153. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  154. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  155. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  156. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα