ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνωνἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσενπέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσινἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξενἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλαπόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστηςτὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης