ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸςἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημιδὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνωνἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσενπέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν