Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  • οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
  • Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
  • ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
  • ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  • ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
  • οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
  • ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
  • ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  • Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
  • ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
  • δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
  • πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
  • ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
  • ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
  • εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
  • Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
  • Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν