ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντονΑἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸςἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημιδὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.