Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  2. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  3. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  4. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  5. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  6. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  7. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  8. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  9. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  10. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  11. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  12. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  13. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  14. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  15. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  16. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  17. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  18. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  19. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  20. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  21. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  22. δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  23. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  24. φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
  25. χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
  26. χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
  27. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
  28. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
  29. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
  30. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  31. τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  32. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  33. ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
  34. κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  35. ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
  36. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
  37. Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  38. καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
  39. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
  40. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
  41. τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
  42. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  43. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  44. ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  45. λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
  46. ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
  47. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  48. εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
  49. εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
  50. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  51. ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
  52. Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  53. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
  54. πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  55. ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  56. παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  57. τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  58. ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  59. μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  60. ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  61. αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
  62. κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  63. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  64. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  65. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  66. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  67. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  68. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  69. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  70. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  71. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  72. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  73. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  74. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  75. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  76. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  77. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  78. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  79. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  80. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  81. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  82. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  83. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  84. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  85. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  86. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  87. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  88. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  89. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  90. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  91. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  92. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  93. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  94. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  95. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  96. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  97. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  98. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  99. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  100. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  101. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  102. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  103. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  104. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
  105. μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
  106. ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
  107. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
  108. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  109. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  110. κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
  111. ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
  112. ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
  113. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
  114. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
  115. τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
  116. ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
  117. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
  118. ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
  119. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  120. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  121. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  122. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  123. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  124. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  125. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  126. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  127. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  128. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  129. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  130. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  131. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  132. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  133. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  134. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  135. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
  136. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  137. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  138. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  139. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  140. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  141. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  142. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  143. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  144. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  145. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  146. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  147. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  148. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  149. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  150. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  151. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  152. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  153. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  154. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  155. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  156. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  157. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  158. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·