αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντονΑἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸςἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημιδὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνωνἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσενπέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσινἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξενἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλαπόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστηςτὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης