αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,