ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖραςβάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.