Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
  2. ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
  3. φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
  4. τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
  5. ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
  6. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
  7. ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
  8. πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
  9. φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
  10. ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
  11. ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
  12. ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
  13. ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
  14. ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
  15. ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
  16. βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
  17. ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
  18. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
  19. γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
  20. ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
  21. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,
  22. καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
  23. τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
  24. ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
  25. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  26. οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
  27. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
  28. εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
  29. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  30. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  31. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  32. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  33. ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
  34. ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
  35. σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
  36. οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  37. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
  38. πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
  39. αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
  40. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
  41. καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
  42. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  43. οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
  44. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
  45. ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
  46. ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
  47. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  48. ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
  49. οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
  50. ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
  51. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  52. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  53. Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
  54. ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
  55. δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
  56. πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
  57. ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
  58. ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
  59. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
  60. Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
  61. Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
  62. πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
  63. καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
  64. εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
  65. φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
  66. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
  67. αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
  68. ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
  69. καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
  70. τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
  71. τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
  72. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
  73. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
  74. ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
  75. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
  76. ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
  77. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
  78. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
  79. τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
  80. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
  81. ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
  82. ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
  83. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
  84. δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  85. τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  86. Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
  87. χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
  88. μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
  89. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
  90. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
  91. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
  92. εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
  93. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
  94. ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
  95. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
  96. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  97. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
  98. οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
  99. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  100. κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
  101. ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  102. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
  103. δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
  104. μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
  105. κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
  106. πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
  107. ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
  108. κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
  109. ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
  110. αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
  111. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  112. τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
  113. ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
  114. ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
  115. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  116. υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
  117. τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
  118. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  119. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  120. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  121. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  122. σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
  123. Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
  124. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
  125. ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
  126. τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
  127. οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
  128. ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
  129. Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
  130. οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
  131. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  132. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
  133. ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  134. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  135. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
  136. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  137. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  138. νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  139. ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
  140. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  141. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  142. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  143. στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  144. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  145. χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  146. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  147. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  148. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  149. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  150. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  151. τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  152. δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  153. ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
  154. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  155. Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
  156. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
  157. ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
  158. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
  159. τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
  160. ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
  161. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
  162. ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
  163. ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
  164. εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον