Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  2. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  3. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
  4. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  5. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  6. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  7. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  8. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  9. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  10. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  11. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  12. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  13. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  14. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  15. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  16. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  17. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  18. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  19. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  20. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  21. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  22. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  23. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  24. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  25. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  26. δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  27. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  28. φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
  29. χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
  30. χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
  31. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
  32. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
  33. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,