αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιοἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρουςτρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλποντέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσινἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶςφωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσαἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·