Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  • αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
  • ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  • αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  • δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
  • ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
  • τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
  • τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
  • τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·