πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖανἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.