Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
  2. πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
  3. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
  4. αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
  5. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  6. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  7. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.