Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  • ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
  • τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
  • πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
  • ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
  • ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
  • ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
  • πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
  • ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
  • εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
  • τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
  • πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
  • φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
  • αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
  • λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.