ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλωἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴςἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκταιοἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴςπνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνηςἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφινεὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρουςτρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖανἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιοἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρουςτρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλποντέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσινἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶςφωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσαἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειταἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκαςζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ