καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκονγναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·