νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳΑἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦςἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσαςἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροιπνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶνπομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκονγναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλωἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴςἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκταιοἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,