Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
  2. ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
  3. ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
  4. ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
  5. οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  6. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,