πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαιἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳΑἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦςἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσαςἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροιπνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶνπομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκονγναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλωἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴςἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκταιοἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴςπνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνηςἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφινεὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρουςτρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖανἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιοἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρουςτρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλποντέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσινἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶςφωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσαἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειταἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκαςζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖραςβάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσιῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστασὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντονΑἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸςἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημιδὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνωνἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσενπέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσινἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξενἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλαπόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης