Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  2. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  3. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  4. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  5. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  6. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  7. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  8. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  9. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  10. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  11. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  12. τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  13. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  14. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  15. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  16. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  17. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  18. ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
  19. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  20. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  21. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι