Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  2. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  3. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  4. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  5. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  6. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  7. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  8. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  9. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  10. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  11. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  12. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.