Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
  • μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
  • μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
  • τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  • κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  • ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  • πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  • μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  • ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  • λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
  • ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε