ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶμῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθακείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπαςὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσαςπλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺςἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσεδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,