Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  2. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  3. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  4. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  5. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  6. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  7. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  8. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  9. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  10. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  11. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  12. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  13. ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
  14. οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
  15. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
  16. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
  17. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
  18. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  19. πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
  20. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  21. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  22. δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
  23. οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
  24. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
  25. Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  26. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
  27. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  28. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
  29. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  30. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  31. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
  32. Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  33. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
  34. ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
  35. δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
  36. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  37. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  38. ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
  39. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
  40. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
  41. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
  42. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
  43. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  44. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  45. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  46. πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  47. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  48. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  49. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
  50. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  51. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  52. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  53. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  54. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  55. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  56. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  57. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  58. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  59. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  60. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  61. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  62. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  63. τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  64. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  65. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  66. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·