Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  2. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  3. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  4. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  5. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  6. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  7. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  8. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  9. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  10. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  11. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  12. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  13. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  14. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  15. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  16. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,