δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺςἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντεἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσινἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεννωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·