οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοιἈργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλεδαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺςἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντεἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,