Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  • ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  • ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  • ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  • οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  • οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  • ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  • Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  • ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  • δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  • καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  • τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  • ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  • πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  • αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  • ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  • νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  • ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·