Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  2. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  3. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  4. μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  5. πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  6. καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  7. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  8. ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  9. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  10. χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
  11. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  12. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  13. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  14. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  15. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·