καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκονμὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρχαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαιἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτηδῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε