αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησανπάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκονμὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ