Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
  • πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  • ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  • ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  • δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  • αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  • σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  • ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  • ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  • δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.